Add parallel Print Page Options

18 Παιδία, ἐσχάτη ὥρα ἐστίν, καὶ καθὼς ἠκούσατε [a]ὅτι ἀντίχριστος ἔρχεται, καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν· ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν. 19 ἐξ ἡμῶν ἐξῆλθαν, ἀλλ’ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ [b]ἐξ ἡμῶν ἦσαν, μεμενήκεισαν ἂν μεθ’ ἡμῶν· ἀλλ’ ἵνα φανερωθῶσιν ὅτι οὐκ εἰσὶν πάντες ἐξ ἡμῶν. 20 καὶ ὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ ἁγίου [c]καὶ οἴδατε [d]πάντες· 21 οὐκ ἔγραψα ὑμῖν ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν, ἀλλ’ ὅτι οἴδατε αὐτήν, καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστιν. 22 τίς ἐστιν ὁ ψεύστης εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ χριστός; οὗτός ἐστιν ὁ ἀντίχριστος, ὁ ἀρνούμενος τὸν πατέρα καὶ τὸν υἱόν. 23 πᾶς ὁ ἀρνούμενος τὸν υἱὸν οὐδὲ τὸν πατέρα ἔχει· [e]ὁ ὁμολογῶν τὸν υἱὸν καὶ τὸν πατέρα ἔχει. 24 [f]ὑμεῖς ὃ ἠκούσατε ἀπ’ ἀρχῆς, ἐν ὑμῖν μενέτω· ἐὰν ἐν ὑμῖν μείνῃ ὃ ἀπ’ ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς ἐν τῷ υἱῷ καὶ ἐν τῷ πατρὶ μενεῖτε. 25 καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία ἣν αὐτὸς ἐπηγγείλατο ἡμῖν, τὴν ζωὴν τὴν αἰώνιον.

26 Ταῦτα ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων ὑμᾶς. 27 καὶ ὑμεῖς τὸ χρῖσμα ὃ ἐλάβετε ἀπ’ αὐτοῦ [g]μένει ἐν ὑμῖν, καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς· ἀλλ’ ὡς τὸ [h]αὐτοῦ χρῖσμα διδάσκει ὑμᾶς περὶ πάντων, καὶ ἀληθές ἐστιν καὶ οὐκ ἔστιν ψεῦδος, καὶ καθὼς ἐδίδαξεν ὑμᾶς, [i]μένετε ἐν αὐτῷ.

28 Καὶ νῦν, τεκνία, μένετε ἐν αὐτῷ, ἵνα [j]ἐὰν φανερωθῇ [k]σχῶμεν παρρησίαν καὶ μὴ αἰσχυνθῶμεν ἀπ’ αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ. 29 ἐὰν εἰδῆτε ὅτι δίκαιός ἐστιν, γινώσκετε [l]ὅτι πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται. ἴδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμῖν ὁ πατὴρ ἵνα τέκνα θεοῦ κληθῶμεν, [m]καὶ ἐσμέν. διὰ τοῦτο ὁ κόσμος οὐ γινώσκει [n]ἡμᾶς ὅτι οὐκ ἔγνω αὐτόν. ἀγαπητοί, νῦν τέκνα θεοῦ ἐσμεν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα. [o]οἴδαμεν ὅτι ἐὰν φανερωθῇ ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν. καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπ’ αὐτῷ ἁγνίζει ἑαυτὸν καθὼς ἐκεῖνος ἁγνός ἐστιν.

Footnotes

  1. ΙΩΑΝΝΟΥ Α΄ 2:18 ὅτι WH Treg NIV ] + ὁ RP
  2. ΙΩΑΝΝΟΥ Α΄ 2:19 ἐξ ἡμῶν ἦσαν WH Treg NIV ] ἦσαν ἐξ ἡμῶν RP
  3. ΙΩΑΝΝΟΥ Α΄ 2:20 καὶ Treg NIV RP ] – WH
  4. ΙΩΑΝΝΟΥ Α΄ 2:20 πάντες WH NIV ] πάντα Treg RP
  5. ΙΩΑΝΝΟΥ Α΄ 2:23 ὁ ὁμολογῶν … ἔχει WH Treg NIV ] – RP
  6. ΙΩΑΝΝΟΥ Α΄ 2:24 ὑμεῖς WH Treg NIV ] + οὐν RP
  7. ΙΩΑΝΝΟΥ Α΄ 2:27 μένει ἐν ὑμῖν WH Treg NIV ] ἐν ὑμῖν μένει RP
  8. ΙΩΑΝΝΟΥ Α΄ 2:27 αὐτοῦ WH Treg NIV ] αὐτὸ RP
  9. ΙΩΑΝΝΟΥ Α΄ 2:27 μένετε WH Treg NIV] μενεῖτε RP
  10. ΙΩΑΝΝΟΥ Α΄ 2:28 ἐὰν WH Treg NIV ] ὅταν RP
  11. ΙΩΑΝΝΟΥ Α΄ 2:28 σχῶμεν WH Treg NIV ] ἔχῶμεν RP
  12. ΙΩΑΝΝΟΥ Α΄ 2:29 ὅτι WH RP ] + καὶ NIV Treg
  13. ΙΩΑΝΝΟΥ Α΄ 3:1 καὶ ἐσμέν WH Treg NIV ] – RP
  14. ΙΩΑΝΝΟΥ Α΄ 3:1 ἡμᾶς WH Treg NIV ] ὑμᾶς RP
  15. ΙΩΑΝΝΟΥ Α΄ 3:2 οἴδαμεν WH Treg NIV ] + δὲ RP